Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.159 Joseph. AJ 9.164 (English) >>Joseph. AJ 9.168

9.162 δʼ ἀρχιερεὺς τοῦτο μὲν οὐκ ἐποίησε συνεὶς ὡς οὐδεὶς προεῖται τἀργύριον, τρίτῳ δὲ καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει μεταπεμψαμένου τοῦ βασιλέως αὐτόν τε καὶ Ληουίτας καὶ ὡς παρακούσαντας ὧν προσέταξεν αἰτιωμένου καὶ κελεύσαντος εἰς τὸ μέλλον προνοεῖσθαι τῆς ἐπισκευῆς τοῦ ναοῦ, στρατηγήματι χρῆται πρὸς τὴν συλλογὴν τῶν χρημάτων ἀρχιερεὺς τὸ πλῆθος ἡδέως ἔσχε τοιούτῳ· 9.163ξύλινον κατασκευάσας θησαυρὸν καὶ κλείσας πανταχόθεν ὀπὴν αὐτῷ μίαν ἤνοιξεν. ἔπειτα θεὶς εἰς τὸ ἱερὸν παρὰ τὸν βωμὸν ἐκέλευσεν ἕκαστον ὅσον βούλεται βάλλειν εἰς αὐτὸν διὰ τῆς ὀπῆς εἰς τὴν ἐπισκευὴν τοῦ ναοῦ. πρὸς τοῦτο πᾶς λαὸς εὖ διετέθη καὶ πολὺν ἄργυρον καὶ χρυσὸν φιλοτιμούμενοι καὶ συνεισφέροντες ἤθροισαν. 9.164κενοῦντες δὲ τὸν θησαυρὸν καὶ παρόντος τοῦ βασιλέως ἀριθμοῦντες τὸ συνειλεγμένον τε γραμματεὺς καὶ ἱερεὺς τῶν γαζοφυλακίων ἔπειτʼ εἰς τὸν αὐτὸν ἐτίθεσαν τόπον. καὶ τοῦτʼ ἐποίουν ἑκάστης ἡμέρας. ὡς δʼ ἀποχρῶν τὸ πλῆθος ἐδόκει τῶν χρημάτων ἔπεμψαν μισθούμενοι λατόμους καὶ οἰκοδόμους ἀρχιερεὺς Ἰώδας καὶ βασιλεὺς Ἰώασος καὶ ἐπὶ ξύλα μεγάλα καὶ τῆς καλλίστης ὕλης. 9.165ἐπισκευασθέντος δὲ τοῦ ναοῦ τὸν ὑπολειφθέντα χρυσὸν καὶ ἄργυρον, οὐκ ὀλίγος δὲ ἦν, εἴς τε κρατῆρας καὶ οἰνοχόας καὶ ἐκπώματα καὶ τὰ λοιπὰ σκεύη κατεχρήσαντο θυσίαις τε πολυτελέσιν ὁσημέραι τὸν βωμὸν πιαίνοντες διετέλουν. καὶ ταῦτα μὲν ἐφʼ ὅσον Ἰώδας χρόνον ἔζη τῆς προσηκούσης ἐτύγχανε σπουδῆς.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.159 Joseph. AJ 9.164 (English) >>Joseph. AJ 9.168

Powered by PhiloLogic